Ὀδύσσεια

Ραψῳδία α' 1-25

Άνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν:
πολλῶν δ᾿ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ᾿ ὅ γ᾿ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,

5 Ἀ ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ᾿ οὐδ᾿ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ:
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον: αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.

10 τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
ἔνθ᾿ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν:
τὸν δ᾿ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
νύμφη πότνι᾿ ἔρυκε Καλυψὼ δῖα θεάων

15 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
ἀλλ᾿ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ᾿ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾿ ἐλέαιρον ἅπαντες

20 νόσφι Ποσειδάωνος: ὁ δ᾿ ἀσπερχὲς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
ἀλλ᾿ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾿ ἐόντας,
Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ᾿ ἀνιόντος,

25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
ἔνθ᾿ ὅ γ᾿ ἐτέρπετο δαιτὶ παρήμενος: οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,

Άνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
π λ ά γχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν:
πολλῶν δ᾿ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ᾿ ὅ γ᾿ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,

5 ἀρνύμενοςἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ᾿ οὐδ᾿ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ:
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον: αὐτὰρ ὁ τοῖσιν ἀφείλ ε τ ο ν ό σ τ ι μ ο ν μ α ρ.

10 τῶν ἁμόθεν γε,θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
ἔνθ᾿ ἄλλοι μὲν πάντες, ὅσοι φύγον α π ύ ν λ εθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν:
τὸν δ᾿ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
νύμφη πότνι᾿ ρ υ κ ε Κ α λ υ ψ ώ δ α θεάων

15 ἐν σπέσσι γλαφυροῖσι, λ ι λ α ι ο μένη πόσιν εἶναι.
ἀλλ᾿ ὅτε δὴ ἔτος ἦλθε π ε ρ ι πλομένων ἐνιαυτῶν,
τῷ οἱ π
ε κλώσαντο θεοὶ οἶκόνδε ν έ ε σ θ α ι
εἰς Ἰθάκην, οὐδ᾿ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾿ λ έαιρον ἅπαντες

20 ν ό σ φ ι Π ο σ ε ιδάωνος: ὁ δ᾿ α σ π ερχὲς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆι π ά ρος ἣν γαῖαν ἱκέσθαι.
ἀλλ᾿ ὁ μὲν Αἰθίοπας μ ε τ ε κ ί αθε τηλόθ᾿ ἐόντας,
Αἰθίοπας τοὶ διχθὰ δ ε δ α ί α τ α ι σ χ α τ ο ι ν δ ρ ν
οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ᾿ ἀνιόντος,

25 ν τ ι ό ω ν ν ταύρων τε καὶ ἀρνειῶν κ α τ ό μβης.
ἔνθ᾿ ὅ γ᾿ ἐτέρπετο δαιτὶ π α ρήμενος: οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ μύθ ω ν ρ χ ε π α τ ή ρ ν δ ρ ν τ ε θ ε ν τ ε
μ ν ή σ α τ ο γὰρ κατὰ θυμὸν μ ύ μ ο ν ο ς Α γ ί σθοιο,